Book 4
646
μεθʼ ἡμέραν δʼ αὐτῷ πολλοὶ τῶν ἐπισήμων προσεγένοντο καὶ Δομετιανὸς ὁ τἀδελφοῦ παῖς, μεγίστη μοῖρα τῶν εἰς τὸ κρατεῖν ἐλπίδων.
647
Οὐιτελλίῳ δὲ Πρίμου μὲν ἐλάττων φροντὶς ἦν, τεθύμωτο δʼ ἐπὶ τοὺς συναποστάντας τῷ Σαβίνῳ, καὶ διὰ τὴν ἔμφυτον ὠμότητα διψῶν αἵματος εὐγενοῦς τοῦ στρατιωτικοῦ τὴν συγκατελθοῦσαν αὐτῷ δύναμιν ἐπαφίησι τῷ Καπετωλίῳ.
648
πολλὰ μὲν οὖν ἔκ τε ταύτης καὶ τῶν ἀπὸ τοῦ ἱεροῦ μαχομένων ἐτολμήθη, τέλος δὲ τῷ πλήθει περιόντες οἱ ἀπὸ τῆς Γερμανίας ἐκράτησαν τοῦ λόφου.
649
καὶ Δομετιανὸς μὲν σὺν πολλοῖς τῶν ἐν τέλει Ῥωμαίων δαιμονιώτερον διασώζεται, τὸ δὲ λοιπὸν πλῆθος ἅπαν κατεκόπη, καὶ Σαβῖνος ἀναχθεὶς ἐπὶ Οὐιτέλλιον ἀναιρεῖται διαρπάσαντές τε οἱ στρατιῶται τὰ ἀναθήματα τὸν ναὸν ἐνέπρησαν.
650
καὶ μετὰ μίαν ἡμέραν εἰσελαύνει μὲν Ἀντώνιος μετὰ τῆς δυνάμεως, ὑπήντων δʼ οἱ Οὐιτελλίου καὶ τριχῆ κατὰ τὴν πόλιν συμβαλόντες ἀπώλοντο πάντες.
651
προέρχεται δὲ μεθύων ἐκ τοῦ βασιλείου Οὐιτέλλιος καὶ δαψιλέστερον ὥσπερ ἐν ἐσχάτοις τῆς ἀσώτου τραπέζης κεκορεσμένος.
652
συρεὶς δὲ διὰ τοῦ πλήθους καὶ παντοδαπαῖς αἰκίαις ἐξυβρισθεὶς ἐπὶ μέσης τῆς Ῥώμης ἀποσφάττεται, μῆνας ὀκτὼ κρατήσας καὶ ἡμέρας πέντε, ὃν εἰ συνέβη πλείω βιῶσαι χρόνον, ἐπιλιπεῖν ἂν αὐτοῦ τῇ λαγνείᾳ τὴν ἡγεμονίαν οἶμαι.
653
τῶν δʼ ἄλλων νεκρῶν ὑπὲρ πέντε μυριάδες ἠριθμήθησαν.
654
ταῦτα μὲν τρίτῃ μηνὸς Ἀπελλαίου πέπρακτο, τῇ δʼ ὑστεραίᾳ Μουκιανὸς εἴσεισι μετὰ τῆς στρατιᾶς, καὶ τοὺς σὺν Ἀντωνίῳ παύσας τοῦ κτείνειν, ἔτι γὰρ ἐξερευνώμενοι τὰς οἰκίας πολλοὺς μὲν τῶν Οὐιτελλίου στρατιωτῶν πολλοὺς δὲ τῶν δημοτικῶν ὡς ἐκείνου ἀνῄρουν φθάνοντες τῷ θυμῷ τὴν ἀκριβῆ διάκρισιν, προαγαγὼν δὲ τὸν Δομετιανὸν συνίστησι τῷ πλήθει μέχρι τῆς τοῦ πατρὸς ἀφίξεως ἡγεμόνα.
655
ὁ δὲ δῆμος ἀπηλλαγμένος ἤδη τῶν φόβων αὐτοκράτορα Οὐεσπασιανὸν εὐφήμει, καὶ ἅμα τήν τε τούτου βεβαίωσιν ἑώρταζε καὶ τὴν Οὐιτελλίου κατάλυσιν.
656
Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἀφιγμένῳ τῷ Οὐεσπασιανῷ τὰ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκε καὶ πρέσβεις ἐκ πάσης τῆς ἰδίας οἰκουμένης συνηδόμενοι· μεγίστη τε οὖσα μετὰ τὴν Ῥώμην ἡ πόλις στενοτέρα τοῦ πλήθους ἠλέγχετο.