Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 5

106 Ὁ δὲ Τίτος ἔγγιον ἀπὸ τοῦ Σκοποῦ τῇ πόλει παραστρατοπεδεύσασθαι προαιρούμενος πρὸς μὲν τοὺς ἐκτρέχοντας ἔστησεν ἐπιλέξας ἱππέων τε καὶ πεζῶν ὅσους ἀρκέσειν ὑπελάμβανεν, τῇ δʼ ὅλῃ δυνάμει προσέταξεν ἐξομαλίζειν τὸ μέχρι τοῦ τείχους διάστημα. καταβληθέντος δὲ παντὸς ἕρκους καὶ περιφράγματος,
107 ὅσα κήπων προανεστήσαντο καὶ δένδρων οἱ οἰκήτορες, ὕλης τε ἡμέρου τῆς μεταξὺ πάσης ἐκκοπείσης ἀνεπλήσθη μὲν τὰ κοῖλα καὶ χαραδρώδη τοῦ τόπου,
108 τὰς δὲ πετρώδεις ἐξοχὰς σιδήρῳ κατεργαζόμενοι χθαμαλὸν ἐποίουν πάντα τὸν τόπον ἀπὸ τοῦ Σκοποῦ μέχρι τῶν Ἡρώδου μνημείων, ἃ προσέχει τῇ τῶν ὄφεων ἐπικαλουμένῃ κολυμβήθρᾳ.
109 Καὶ κατὰ ταύτας τὰς ἡμέρας ἐνέδραν οἱ Ἰουδαῖοι κατὰ τῶν Ῥωμαίων συσκευάζονται τοιάνδε.
110 τῶν στασιαστῶν οἱ τολμηροὶ προελθόντες ἔξω τῶν Γυναικείων καλουμένων πύργων, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν εἰρηνικὰ φρονούντων καὶ δεδοικότες τὴν τῶν Ῥωμαίων ἔφοδον ἀνειλοῦντο καὶ παρʼ ἀλλήλους ὑπέπτησσον.
111 οἱ δὲ διαστάντες ἐπὶ τοῦ τείχους δῆμος εἶναι δοκῶν εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο καὶ τοὺς Ῥωμαίους ἐκάλουν ἀνοίξειν ὑπισχνούμενοι τὰς πύλας· ἅμα δὲ ταῦτα κεκραγότες καὶ τοὺς σφετέρους ἔβαλλον λίθοις ὡς ἀπελαύνοντες τῶν πυλῶν.
112 κἀκεῖνοι βιάζεσθαι τὰς εἰσόδους ὑπεκρίνοντο καὶ τοὺς ἔνδον ἱκετεύειν, συνεχῶς τε πρὸς τοὺς Ῥωμαίους ὁρμήσαντας ἐπιστρεφόμενοι ταραττομένοις προσεῴκεισαν.
113 παρὰ μὲν οὖν τοῖς στρατιώταις τὸ πανοῦργον αὐτῶν οὐκ ἐλείπετο πίστεως, ἀλλʼ ὡς τοὺς μὲν ἐν χερσὶν ἔχοντες ἑτοίμους πρὸς τιμωρίαν, τοὺς δὲ ἀνοίξειν τὴν πόλιν ἐλπίζοντες ἐχώρουν ἐπὶ τὴν πρᾶξιν.
114 Τίτῳ δὲ διʼ ὑποψίας ἦν τὸ τῆς ἐπικλήσεως παράλογον· καὶ γὰρ πρὸ μιᾶς ἡμέρας προκαλούμενος αὐτοὺς ἐπὶ συμβάσεις διὰ τοῦ Ἰωσήπου μέτριον οὐδὲν εὕρισκε· καὶ τότε τοὺς στρατιώτας κατὰ χώραν μένειν ἐκέλευσεν.
115 ἔφθασαν δέ τινες τῶν ἐπὶ τοῖς ἔργοις προτεταγμένων ἁρπάσαντες τὰ ὅπλα πρὸς τὰς πύλας ἐκδραμεῖν.
116 τούτοις οἱ μὲν ἐκβεβλῆσθαι δοκοῦντες τὸ πρῶτον ὑπεχώρουν, ἐπεὶ δὲ μεταξὺ τῶν τῆς πύλης ἐγίνοντο πύργων, ἐκθέοντες ἐκυκλοῦντό σφας καὶ προσέκειντο κατόπιν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme