Book 5
331
Αἱρεῖ δὲ Καῖσαρ ταύτῃ τὸ τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον, καὶ τῶν Ἰουδαίων φυγόντων ἀπʼ αὐτοῦ παρέρχεται μετὰ χιλίων ἔνδον ὁπλιτῶν καὶ τῶν περὶ αὐτὸν ἐπιλέκτων, καθὸ καὶ τῆς καινῆς πόλεως ἐριοπώλιά τε ἦν καὶ χαλκεῖα καὶ ἱματίων ἀγορά, πρός τε τὸ τεῖχος πλάγιοι κατέτεινον οἱ στενωποί.
332
εἰ μὲν οὖν ἢ τοῦ τείχους εὐθέως πλέον διέλυσεν ἢ πολέμου νόμῳ παρελθὼν ἐπόρθει τὸ ληφθέν, οὐκ ἂν οἶμαί τις ἐμίγη βλάβη τῷ κράτει.
333
νῦν δὲ Ἰουδαίους μὲν ἐλπίσας δυσωπήσειν ἐξὸν κακοῦν τῷ μὴ θέλειν, πρὸς δʼ ἀναχώρησιν εὐμαρῆ τὴν εἰσβολὴν οὐκ ἐπλάτυνεν· οὐ γὰρ ἐπιβουλεύσειν οὓς εὐεργετεῖν ὑπελάμβανεν.
334
παρελθὼν γοῦν οὔτε κτείνειν τινὰ τῶν καταλαμβανομένων ἐπέτρεψεν οὔτε ὑποπιμπράναι τὰς οἰκίας, ἀλλὰ τοῖς μὲν στασιασταῖς εἰ βούλοιντο μάχεσθαι δίχα τῆς τοῦ δήμου βλάβης ἄδειαν ἐξόδου, τῷ δήμῳ δὲ τὰς κτήσεις ὑπισχνεῖτο δώσειν· περὶ πλείστου γὰρ ἐποιεῖτο σῶσαι τὴν μὲν πόλιν αὑτῷ, τὸν δὲ ναὸν τῇ πόλει.
335
τὸν μὲν οὖν λαὸν ἕτοιμον εἶχεν εἰς ἃ προύτρεπεν καὶ πάλαι, τοῖς μαχίμοις δʼ ἐδόκει τὸ φιλάνθρωπον ἀσθένεια, καὶ τὸν Τίτον ἀδυναμίᾳ τοῦ τὴν ἄλλην πόλιν ἑλεῖν ταῦτα προτείνειν ὑπελάμβανον.
336
διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δʼ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δʼ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας.
337
πρὸς οὓς ταραχθέντες οἱ φρουροὶ τοῦ τείχους καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὰ στρατόπεδα.
338
κραυγὴ δʼ ἦν τῶν μὲν εἴσω πάντοθεν πολεμίοις κεκυκλωμένων, τῶν δʼ ἔξωθεν περὶ τοῖς ἀπολειφθεῖσι δεδοικότων. πληθύνοντες δʼ ἀεὶ Ἰουδαῖοι καὶ πολλὰ πλεονεκτοῦντες κατʼ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν.
339
οἱ δὲ κατʼ ἀνάγκην τὸ πλέον ἀντεῖχον, οὐ γὰρ ἦν ἀθρόους διαφυγεῖν διὰ στενοῦ τοῦ τείχους, δοκοῦσί τε ἂν κατακοπῆναι πάντες οἱ παρελθόντες μὴ προσαμύναντος τοῦ Τίτου.