Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 5

419 οἶδʼ ὅτι μοι συγκινδυνεύει μήτηρ καὶ γυνὴ καὶ γένος οὐκ ἄσημον καὶ πάλαι λαμπρὸς οἶκος, καὶ τάχα δοκῶ διὰ ταῦτα συμβουλεύειν. ἀποκτείνατε αὐτούς, λάβετε μισθὸν τῆς ἑαυτῶν σωτηρίας τὸ ἐμὸν αἷμα· κἀγὼ θνήσκειν ἕτοιμος, εἰ μετʼ ἐμὲ σωφρονεῖν μέλλετε.
420 Τοιαῦτα τοῦ Ἰωσήπου μετὰ δακρύων ἐμβοῶντος οἱ στασιασταὶ μὲν οὔτε ἐνέδοσαν οὔτʼ ἀσφαλῆ τὴν μεταβολὴν ἔκριναν, ὁ δὲ δῆμος ἐκινήθη πρὸς αὐτομολίαν.
421 καὶ οἱ μὲν τὰς κτήσεις ἐλαχίστου πωλοῦντες, οἱ δὲ τὰ πολυτελέστερα τῶν κειμηλίων, τοὺς μὲν χρυσοῦς, ὡς μὴ φωραθεῖεν ὑπὸ τῶν λῃστῶν, κατέπινον, ἔπειτα πρὸς τοὺς Ῥωμαίους διαδιδράσκοντες, ὁπότε κατενέγκαιεν εὐπόρουν πρὸς ἃ δέοιντο.
422 διηφίει γὰρ τοὺς πολλοὺς ὁ Τίτος εἰς τὴν χώραν ὅποι βούλοιτο ἕκαστος, καὶ τοῦτʼ αὐτὸ μᾶλλον πρὸς αὐτομολίαν παρεκάλει τῶν μὲν εἴσω κακῶν στερησομένους, μὴ δουλεύσοντας δὲ Ῥωμαίοις.
423 οἱ δὲ περὶ τὸν Ἰωάννην καὶ τὸν Σίμωνα περιεφύλαττον τὰς τούτων ἐξόδους πλέον ἢ τὰς Ῥωμαίων εἰσόδους, καὶ σκιάν τις ὑπονοίας παρασχὼν μόνον εὐθέως ἀπεσφάττετο.
424 Τοῖς γε μὴν εὐπόροις καὶ τὸ μένειν πρὸς ἀπώλειαν ἴσον ἦν· προφάσει γὰρ αὐτομολίας ἀνῃρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δʼ ἡ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθʼ ἡμέραν ἀμφότερα προσεξεκαίετο τὰ δεινά.
425 φανερὸς μὲν γὰρ οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθʼ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκίζοντο, μὴ εὑρόντες δʼ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον.
426 τεκμήριον δὲ τοῦ τʼ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἱ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπʼ ἐνδείας τεθνηξομένους αὐτίκα.
427 πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντηλλάξαντο μέτρου πυρῶν μὲν εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι κριθῆς, ἔπειτα κατακλείοντες αὑτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπʼ ἄκρας ἐνδείας ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δʼ ἔπεσσον ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει.
428 καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ὑφέλκοντες ἔτʼ ὠμὰ τὰ σιτία διήρπαζον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme