Book 5
551
ἀλλά τοι τῆς ἐπινοίας ἐλεγχθείσης διʼ ἑνὸς ἀναπίμπλαται μὲν φήμης τὰ στρατόπεδα, ὡς μεστοὶ χρυσίου παρεῖεν οἱ αὐτόμολοι, τὸ δὲ τῶν Ἀράβων πλῆθος καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνατέμνοντες ἠρεύνων τὰς γαστέρας.
552
καὶ τούτου τοῦ πάθους οὐδὲν ἔμοιγε δοκεῖ συμβῆναι Ἰουδαίοις χαλεπώτερον· μιᾷ γοῦν ἀνεσχίσθησαν νυκτὶ πρὸς δισχιλίους.
553
Καὶ γνοὺς τὴν παρανομίαν Τίτος ὀλίγου μὲν ἐδέησε τὸ ἱππικὸν περιστήσας κατακοντίσαι τοὺς αἰτίους, εἰ μὴ πολὺ πλῆθος ἐνείχετο καὶ τῶν ἀνῃρημένων πολλαπλασίους ἦσαν οἱ κολασθησόμενοι.
554
συγκαλέσας δὲ τοὺς τῶν συμμάχων ἡγεμόνας καὶ τοὺς τῶν ταγμάτων, συνδιεβάλλοντο γὰρ καὶ τῶν στρατιωτῶν τινές, πρὸς ἑκατέρους ἀγανακτεῖν ἔλεγεν,
555
εἰ τῶν μὲν σὺν αὐτῷ στρατευομένων τινὲς τοιαῦτα δρῶσιν κέρδους ἕνεκεν ἀδήλου, μηδὲ τὰ ὅπλα σφῶν αὐτῶν αἰδούμενοι πεποιημένα ἀργύρου τε καὶ χρυσοῦ,
556
τοῖς δὲ Ἄραψι καὶ [τοῖς] Σύροις, εἰ πρῶτον μὲν ἐν ἀλλοτρίῳ πολέμῳ τοῖς πάθεσιν αὐτεξουσίως χρῶνται, ἔπειτα τῇ περὶ φόνους ὠμότητι καὶ τῷ πρὸς Ἰουδαίους μίσει Ῥωμαίους ἐπιγράφουσι· καὶ γὰρ νῦν ἐνίους αὐτῷ τῶν στρατιωτῶν συναπολαύειν τῆς κακοδοξίας.
557
τούτοις μὲν οὖν διηπείλησε θάνατον, εἴ τις εὑρεθείη πάλιν τὸ αὐτὸ τολμῶν, τοῖς δὲ ἀπὸ τῶν ταγμάτων ἐπέστελλεν ἐρευνήσαντας τοὺς ὑπόπτους ἀνάγειν ἐπʼ αὐτόν.
558
κατεφρόνει δʼ, ὡς ἔοικε, φιλοχρηματία πάσης κολάσεως, καὶ δεινὸς ἐμπέφυκεν ἀνθρώποις τοῦ κερδαίνειν ἔρως, οὐδέν τε οὕτως πάθος πλεονεξία παραβάλλεται.
559
ἢ ταῦτα μὲν ἄλλως καὶ μέτρον ἔχει καὶ φόβοις ὑποτάσσεται, θεὸς δὲ ἦν ὁ τοῦ λαοῦ παντὸς κατακρίνας καὶ πᾶσαν αὐτοῖς σωτηρίας ὁδὸν εἰς ἀπώλειαν ἀποστρέφων.
560
ὃ γοῦν μετʼ ἀπειλῆς ἀπεῖπεν ὁ Καῖσαρ λάθρα κατὰ τῶν αὐτομόλων ἐτολμᾶτο, καὶ τοὺς διαδιδράσκοντας πρὶν πᾶσιν ὀφθῆναι προαπαντῶντες ἔσφαττον οἱ βάρβαροι, περισκοπούμενοι δὲ μή τις ἐπίδοι Ῥωμαίων, ἀνέσχιζον κἀκ τῶν σπλάγχνων τὸ μιαρὸν κέρδος εἷλκον.
561
ὀλίγοις δʼ ἐνευρίσκετο, καὶ τοὺς πολλοὺς παρανήλισκεν ἐλπὶς μόνη. τοῦτο μὲν δὴ τὸ πάθος πολλοὺς τῶν αὐτομόλων ἐπανήγαγεν.