Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 6

171 τοὺς γὰρ ἀπεγνωκότας τὴν σωτηρίαν ἅμα καὶ τὰς ὁρμὰς ἀταμιεύτους ἔχειν καὶ τὸ θεῖον εὐδυσώπητον, τό τε παραβάλλεσθαι πρὸς οὓς καὶ τὸ νικᾶν οὐ μέγα καὶ μετʼ αἰσχύνης τὸ λειφθῆναι σφαλερόν, οὐκ ἀνδρείας ἀλλὰ θρασύτητος εἶναι.
172 μηδενὸς δʼ ἐπὶ πολὺ προϊόντος καὶ τοῦ Ἰουδαίου πολλὰ κατακερτομοῦντος αὐτοὺς εἰς δειλίαν, ἀλαζὼν γάρ τις ἦν αὑτῷ σφόδρα καὶ τῶν Ῥωμαίων ὑπερήφανος, Πούδης τις ὄνομα τῶν ἐξ ἴλης ἱππέων βδελυξάμενος αὐτοῦ τά τε ῥήματα καὶ τὸ αὔθαδες,
173 εἰκὸς δὲ καὶ πρὸς τὴν βραχύτητα τοῦ σώματος αὐτὸν ἀσκέπτως ἐπαρθῆναι, προπηδᾷ, καὶ τὰ μὲν ἄλλα περιῆν συμβαλών, προεδόθη δὲ ὑπὸ τῆς τύχης· πεσόντα γὰρ αὐτὸν ὁ Ἰωνάθης ἀποσφάττει προσδραμών.
174 ἔπειτα ἐπιβὰς τῷ νεκρῷ τό τε ξίφος ᾑμαγμένον ἀνέσειε καὶ τῇ λαιᾷ τὸν θυρεὸν ἐπηλάλαξέ τε τῇ στρατιᾷ πολλὰ καὶ πρὸς τὸν πεσόντα κομπάζων καὶ τοὺς ὁρῶντας Ῥωμαίους ἐπισκώπτων,
175 ἕως αὐτὸν ἀνασκιρτῶντα καὶ ματαΐζοντα Πρῖσκός τις ἑκατοντάρχης τοξεύσας διήλασε βέλει· πρὸς ὃ τῶν τε Ἰουδαίων καὶ τῶν Ῥωμαίων κραυγὴ συνεξήρθη διάφορος.
176 ὁ δὲ δινηθεὶς ἐκ τῶν ἀλγηδόνων ἐπὶ τὸ σῶμα τοῦ πολεμίου κατέπεσεν, ὠκυτάτην ἀποφήνας ἐν πολέμῳ τὴν ἐπὶ τῷ ἀλόγως εὐτυχοῦντι νέμεσιν.
177 Οἱ δὲ ἀνὰ τὸ ἱερὸν στασιασταὶ φανερῶς τε οὐκ ἀνίεσαν τοὺς ἐπὶ τῶν χωμάτων στρατιώτας ἀμυνόμενοι καθʼ ἑκάστην ἡμέραν, καὶ τοῦ προειρημένου μηνὸς ἑβδόμῃ καὶ εἰκάδι δόλον ἐνσκευάζονται τοιόνδε.
178 τῆς ἑσπερίου στοᾶς τὸ μεταξὺ τῶν δοκῶν καὶ τῆς ὑπʼ αὐτῆς ὀροφῆς ὕλης ἀναπιμπλᾶσιν αὔης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης· ἔπειθʼ ὡς καταπονούμενοι δῆθεν ὑπεχώρουν.
179 πρὸς ὃ τῶν μὲν ἀσκέπτων πολλοὶ ταῖς ὁρμαῖς φερόμενοι προσέκειντο τοῖς ὑποχωροῦσιν ἐπί τε τὴν στοὰν ἀνεπήδων προσθέμενοι κλίμακας, οἱ δὲ συνετώτεροι τὴν ἄλογον τροπὴν τῶν Ἰουδαίων ὑπονοήσαντες ἔμενον.
180 κατεπλήσθη μέντοι τῶν ἀναπηδησάντων ἡ στοά, κἀν τούτῳ Ἰουδαῖοι πᾶσαν ὑποπιμπρᾶσιν αὐτήν. αἰρομένης δʼ αἰφνιδίως πάντοθεν τῆς φλογὸς τούς τε ἔξω τοῦ κινδύνου Ῥωμαίους ἔκπληξις ἐπέσχε δεινὴ καὶ τοὺς περισχεθέντας ἀμηχανία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme