Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 6

212 μετὰ ταῦθʼ οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἓν τοῦτο δειλοὶ καὶ μόλις ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες, ἀνεπλήσθη δʼ εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττε.
213 σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα.
214 Ταχέως δὲ καὶ Ῥωμαίοις διηγγέλθη τὸ πάθος. τῶν δʼ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.
215 Καῖσαρ δὲ ἀπελογεῖτο καὶ περὶ τούτου τῷ θεῷ, φάσκων παρὰ μὲν αὐτοῦ Ἰουδαίοις εἰρήνην καὶ αὐτονομίαν προτείνεσθαι καὶ πάντων ἀμνηστίαν τῶν τετολμημένων, τοὺς δὲ ἀντὶ μὲν ὁμονοίας στάσιν,
216 ἀντὶ δὲ εἰρήνης πόλεμον, πρὸ κόρου δὲ καὶ εὐθηνίας λιμὸν αἱρουμένους, ἰδίαις δὲ χερσὶν ἀρξαμένους καίειν τὸ συντηρούμενον ὑφʼ ἡμῶν ἱερὸν αὐτοῖς, εἶναι καὶ τοιαύτης τροφῆς ἀξίους.
217 καλύψειν μέντοι τὸ τῆς τεκνοφαγίας μύσος αὐτῷ τῷ τῆς πατρίδος πτώματι καὶ οὐ καταλείψειν ἐπὶ τῆς οἰκουμένης ἡλίῳ καθορᾶν πόλιν, ἐν ᾗ μητέρες οὕτω τρέφονται.
218 προσήκειν μέντοι πρὸ μητέρων πατράσιν τὴν τοιαύτην τροφήν, οἳ καὶ μετὰ τηλικαῦτα πάθη μένουσιν ἐν τοῖς ὅπλοις.
219 ταῦθʼ ἅμα διεξιὼν ἐνενόει καὶ τὴν ἀπόγνωσιν τῶν ἀνδρῶν· οὐ γὰρ ἂν ἔτι σωφρονῆσαι τοὺς πάντα προπεπονθότας ἐφʼ οἷς εἰκὸς ἦν μεταβαλέσθαι μὴ παθοῦσιν.
220 Ἤδη δὲ τῶν δύο ταγμάτων συντετελεκότων τὰ χώματα Λώου μηνὸς ὀγδόῃ προσάγειν ἐκέλευσε τοὺς κριοὺς κατὰ τὴν ἑσπέριον ἐξέδραν τοῦ ἔξωθεν ἱεροῦ.
221 πρὸ δὲ τούτων ἓξ ἡμέρας ἀδιαλείπτως ἡ στερροτάτη πασῶν ἑλέπολις τύπτουσα τὸν τοῖχον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ ταύτης καὶ τῶν ἄλλων τὸ μέγεθος καὶ ἡ ἁρμονία τῶν λίθων ἦν ἀμείνων.
222 τῆς δὲ βορείου πύλης ὑπώρυττον ἕτεροι τοὺς θεμελίους καὶ πολλὰ ταλαιπωρήσαντες τοὺς ἔμπροσθεν λίθους ἐξεκύλισαν. ἀνείχοντο δʼ ὑπὸ τῶν ἐνδοτέρω καὶ διέμεινεν ἡ πύλη, μέχρι τὰς διʼ ὀργάνων καὶ τῶν μοχλῶν ἐπιχειρήσεις ἀπογνόντες κλίμακας ταῖς στοαῖς προσέφερον.
223 οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, ἀναβᾶσι δὲ συμπεσόντες ἐμάχοντο, καὶ τοὺς μὲν ἀνωθοῦντες εἰς τοὐπίσω κατεκρήμνιζον, τοὺς δʼ ὑπαντιάζοντας ἀνῄρουν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme