Book 6
224
πολλοὺς δὲ τῶν κλιμάκων ἀποβαίνοντας πρὶν φράξασθαι τοῖς θυρεοῖς παίοντες ταῖς ῥομφαίαις ἔφθανον, ἐνίας δὲ γεμούσας ὁπλιτῶν κλίμακας παρακλίνοντες ἄνωθεν κατέσειον·
225
ἦν δʼ οὐκ ὀλίγος καὶ αὐτῶν φόνος. οἱ δὲ ἀνενεγκόντες τὰς σημαίας περὶ αὐτῶν ἐπολέμουν, δεινὴν ἡγούμενοι καὶ πρὸς αἰσχύνης τούτων τὴν ἁρπαγήν.
226
τέλος δὲ καὶ τῶν σημαιῶν οἱ Ἰουδαῖοι κρατοῦσιν καὶ τοὺς ἀναβάντας διαφθείρουσιν· οἱ δὲ λοιποὶ πρὸς τὸ τῶν ἀπολωλότων πάθος ὀρρωδοῦντες ἀνεχώρουν.
227
τῶν μὲν οὖν Ῥωμαίων ἄπρακτος οὐδεὶς ἀπέθανεν, τῶν δὲ στασιαστῶν οἳ κατὰ τὰς προτέρας μάχας ἠγωνίσαντο γενναίως καὶ τότε καὶ Ἐλεάζαρος ἀδελφιδοῦς τοῦ τυράννου Σίμωνος.
228
ὁ δὲ Τίτος ὡς ἑώρα τὴν ἐπὶ τοῖς ἀλλοτρίοις ἱεροῖς φειδὼ πρὸς βλάβης τοῖς στρατιώταις γινομένην καὶ φόνου, τὰς πύλας προσέταξεν ὑφάπτειν.
229
Ἐν δὲ τούτῳ πρὸς αὐτὸν αὐτομολοῦσιν Ἄνανός τε ὁ ἀφαμμαούς, τῶν Σίμωνος δορυφόρων ὁ φονικώτατος, καὶ Ἀρχέλαος υἱὸς Μαγαδδάτου, συγγνώμην ἐλπίσαντες ἐπειδὴ κρατούντων Ἰουδαίων ἀπεχώρουν.
230
Τίτος δὲ καὶ τοῦτο τὸ πανούργημα προβάλλεται τῶν ἀνδρῶν, καὶ τὴν ἄλλην περὶ τοὺς ἰδίους ὠμότητα πεπυσμένος ὥρμητο κτείνειν ἑκατέρους, ὑπʼ ἀνάγκης ἦχθαι λέγων αὐτούς, οὐκ ἐκ προαιρέσεως παρεῖναι, καὶ σωτηρίας οὐκ ἀξίους εἶναι τοὺς φλεγομένης ἤδη διʼ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους.
231
ἐκράτει δʼ ὅμως τοῦ θυμοῦ ἡ πίστις, καὶ ἀφίησι τοὺς ἄνδρας, οὐ μὴν ἐν ἴσῃ μοίρᾳ κατέτασσε τοῖς ἄλλοις.
232
ἤδη δὲ ταῖς πύλαις οἱ στρατιῶται προσῆγον τὸ πῦρ, καὶ περιτηκόμενος ὁ ἄργυρος διεδίδου ταχέως εἰς τὴν ξυλείαν τὴν φλόγα, ἔνθεν ἀθρόως ἐκφερομένη τῶν στοῶν ἐπελαμβάνετο.
233
τοῖς δὲ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί, καὶ διὰ τὴν κατάπληξιν ἀμύνειν μὲν ἢ σβεννύειν ὥρμησεν οὐδείς, αὖοι δʼ ἑστῶτες ἀφεώρων.
234
οὐ μὴν πρὸς τὸ δαπανώμενον ἀθυμοῦντες εἰς γοῦν τὸ λοιπὸν ἐσωφρόνουν, ἀλλʼ ὡς ἤδη καὶ τοῦ ναοῦ καιομένου τοὺς θυμοὺς ἐπὶ Ῥωμαίους ἔθηγον.
235
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· κατὰ μέρος γάρ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς.