Book 6
349
οὐ νεκρὸς μὲν ὑμῶν ὁ δῆμος, οἴχεται δʼ ὁ ναός, ὑπʼ ἐμοὶ δὲ ἡ πόλις, ἐν χερσὶ δὲ ταῖς ἐμαῖς ἔχετε τὰς ψυχάς; εἶτα ὑπολαμβάνετε δόξαν ἀνδρείας τὸ δυσθανατᾶν;
350
οὐ μὴν ἐγὼ φιλονεικήσω πρὸς τὴν ἀπόνοιαν ὑμῶν, ῥίψασι δὲ τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζομαι τὸ ζῆν, ὥσπερ ἐν οἰκίᾳ πρᾷος δεσπότης τὰ μὲν ἀνήκεστα κολάσας, τὰ δὲ λοιπὰ σώζων ἐμαυτῷ.
351
Πρὸς ταῦτα ἀποκρίνονται δεξιὰν μὲν μὴ δύνασθαι παρʼ αὐτοῦ λαβεῖν, ὀμωμοκέναι γὰρ μήποτε τοῦτο ποιήσειν, ἔξοδον δʼ ᾐτοῦντο διὰ τοῦ περιτειχίσματος μετὰ γυναικῶν καὶ τέκνων· ἀπελεύσεσθαι γὰρ εἰς τὴν ἔρημον καὶ καταλείψειν αὐτῷ τὴν πόλιν.
352
πρὸς ταῦτα ἀγανακτήσας Τίτος, εἰ τύχην ἑαλωκότων ἔχοντες αἱρέσεις αὐτῷ προτείνουσι νενικηκότων, κηρῦξαι μὲν ἐκέλευσεν εἰς αὐτοὺς μήτε αὐτομολεῖν ἔτι μήτε δεξιὰν ἐλπίζειν, φείσεσθαι γὰρ οὐδενός,
353
ἀλλὰ πάσῃ δυνάμει μάχεσθαι καὶ σώζειν ἑαυτοὺς ὅπως ἂν δύνωνται· πάντα γὰρ αὐτὸς ἤδη πράξειν πολέμου νόμῳ· τοῖς δὲ στρατιώταις ἐμπιπράναι καὶ διαρπάζειν ἐπέτρεψεν τὴν πόλιν.
354
οἱ δὲ ἐκείνην μὲν ἐπέσχον τὴν ἡμέραν, τῇ δὲ ὑστεραίᾳ τό τε ἀρχεῖον καὶ τὴν ἄκραν καὶ τὸ βουλευτήριον καὶ τὸν Ὀφλᾶν καλούμενον ὑφῆψαν·
355
καὶ προύκοψε τὸ πῦρ μέχρι τῶν Ἑλένης βασιλείων, ἃ δὴ κατὰ μέσην τὴν ἄκραν ἦν, ἐκαίοντο δὲ οἱ στενωποὶ καὶ αἱ οἰκίαι νεκρῶν ὑπὸ τοῦ λιμοῦ διεφθαρμένων πλήρεις.
356
Κατὰ ταύτην τὴν ἡμέραν οἵ τε Ἰζάτου βασιλέως υἱοὶ καὶ ἀδελφοί, πρὸς οἷς πολλοὶ τῶν ἐπισήμων δημοτῶν ἐκεῖ συνελθόντες, ἱκέτευσαν Καίσαρα δοῦναι δεξιὰν αὐτοῖς. ὁ δὲ καίτοι πρὸς πάντας τοὺς ὑπολοίπους διωργισμένος οὐκ ἤλλαξε τὸ ἦθος, δέχεται δὲ τοὺς ἄνδρας.
357
καὶ τότε μὲν ἐν φρουρᾷ πάντας εἶχε, τοὺς δὲ τοῦ βασιλέως παῖδας καὶ συγγενεῖς δήσας ὕστερον εἰς Ῥώμην ἀνήγαγεν πίστιν ὁμήρων παρέξοντας.
358
Οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν ὁρμήσαντες αὐλήν, εἰς ἣν διʼ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπʼ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, ὄντας εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους, τὰ χρήματα διήρπασαν.