Book 7
133
σχεδὸν γὰρ ὅσα τοῖς πώποτε ἀνθρώποις εὐδαιμονήσασιν ἐκτήθη κατὰ μέρος ἄλλα παρʼ ἄλλοις θαυμαστὰ καὶ πολυτελῆ, ταῦτα ἐπὶ τῆς ἡμέρας ἐκείνης ἀθρόα τῆς Ῥωμαίων ἡγεμονίας ἔδειξε τὸ μέγεθος.
134
ἀργύρου γὰρ καὶ χρυσοῦ καὶ ἐλέφαντος ἐν παντοίαις ἰδέαις κατασκευασμάτων ἦν ὁρᾶν οὐχ ὥσπερ ἐν πομπῇ κομιζόμενον πλῆθος, ἀλλʼ ὡς ἂν εἴποι τις ῥέοντα ποταμόν, καὶ τὰ μὲν ἐκ πορφύρας ὑφάσματα τῆς σπανιωτάτης φερόμενα, τὰ δʼ εἰς ἀκριβῆ ζωγραφίαν πεποικιλμένα τῇ Βαβυλωνίων τέχνῃ·
135
λίθοι τε διαφανεῖς, οἱ μὲν χρυσοῖς ἐμπεπλεγμένοι στεφάνοις, οἱ δὲ κατʼ ἄλλας ποιήσεις, τοσοῦτοι παρηνέχθησαν, ὥστε μαθεῖν ὅτι μάτην εἶναί τι τούτων σπάνιον ὑπειλήφαμεν.
136
ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρʼ αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, ὅ τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζῴων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων.
137
ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τʼ εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν.
138
ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλʼ ἡ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως.
139
θαῦμα δʼ ἐν τοῖς μάλιστα παρεῖχεν ἡ τῶν φερομένων πηγμάτων κατασκευή· καὶ γὰρ διὰ μέγεθος ἦν δεῖσαι τῷ βεβαίῳ τῆς φορᾶς ἀπιστήσαντα,
140
τριώροφα γὰρ αὐτῶν πολλὰ καὶ τετρώροφα πεποίητο, καὶ τῇ πολυτελείᾳ τῇ περὶ τὴν κατασκευὴν ἦν ἡσθῆναι μετʼ ἐκπλήξεως.
141
καὶ γὰρ ὑφάσματα πολλοῖς διάχρυσα περιβέβλητο, καὶ χρυσὸς καὶ ἐλέφας οὐκ ἀποίητος πᾶσι περιεπεπήγει.
142
διὰ πολλῶν δὲ μιμημάτων ὁ πόλεμος ἄλλος εἰς ἄλλα μεμερισμένος ἐναργεστάτην ὄψιν αὑτοῦ παρεῖχεν·
143
ἦν γὰρ ὁρᾶν χώραν μὲν εὐδαίμονα δῃουμένην, ὅλας δὲ φάλαγγας κτεινομένας πολεμίων, καὶ τοὺς μὲν φεύγοντας τοὺς δʼ εἰς αἰχμαλωσίαν ἀγομένους, τείχη δʼ ὑπερβάλλοντα μεγέθει μηχαναῖς ἐρειπόμενα καὶ φρουρίων ἁλισκομένας ὀχυρότητας καὶ πόλεων πολυανθρώπους περιβόλους κατʼ ἄκρας ἐχομένους,