Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 7

361 ποίοις γὰρ ὅπλοις Ῥωμαίων τεθνήκασιν οἱ Καισάρειαν Ἰουδαῖοι κατοικοῦντες;
362 ἀλλʼ οὐδὲ μελλήσαντας αὐτοὺς ἐκείνων ἀφίστασθαι, μεταξὺ δὲ τὴν ἑβδόμην ἑορτάζοντας τὸ πλῆθος τῶν Καισαρέων ἐπιδραμὸν μηδὲ χεῖρας ἀνταίροντας ἅμα γυναιξὶ καὶ τέκνοις κατέσφαξαν, οὐδʼ αὐτοὺς Ῥωμαίους ἐντραπέντες, οἳ μόνους ἡμᾶς ἡγοῦντο πολεμίους τοὺς ἀφεστηκότας.
363 ἀλλὰ φήσει τις, ὅτι Καισαρεῦσιν ἦν ἀεὶ διαφορὰ πρὸς τοὺς παρʼ αὐτοῖς, καὶ τοῦ καιροῦ λαβόμενοι τὸ παλαιὸν μῖσος ἀπεπλήρωσαν.
364 τί οὖν τοὺς ἐν Σκυθοπόλει φῶμεν; ἡμῖν γὰρ ἐκεῖνοι διὰ τοὺς Ἕλληνας πολεμεῖν ἐτόλμησαν, ἀλλʼ οὐ μετὰ τῶν συγγενῶν ἡμῶν Ῥωμαίους ἀμύνεσθαι.
365 πολὺ τοίνυν ὤνησεν αὐτοὺς ἡ πρὸς ἐκείνους εὔνοια καὶ πίστις· ὑπʼ αὐτῶν μέντοι πανοικεσίᾳ πικρῶς κατεφονεύθησαν ταύτην τῆς συμμαχίας ἀπολαβόντες ἀμοιβήν·
366 ἃ γὰρ ἐκείνους ὑφʼ ἡμῶν ἐκώλυσαν ταῦθʼ ὑπέμειναν ὡς αὐτοὶ δρᾶσαι θελήσαντες. μακρὸν ἂν εἴη νῦν ἰδίᾳ περὶ ἑκάστων λέγειν·
367 ἴστε γὰρ ὅτι τῶν ἐν Συρίᾳ πόλεων οὐκ ἔστιν ἥτις τοὺς παρʼ αὐτῇ κατοικοῦντας Ἰουδαίους οὐκ ἀνῄρηκεν, ἡμῖν πλέον ἢ Ῥωμαίοις ὄντας πολεμίους·
368 ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις Ἰουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες.
369 τὸ δʼ ἐν Αἰγύπτῳ πλῆθος τῶν μετʼ αἰκίας ἀνῃρημένων ἕξ που μυριάδας ὑπερβάλλειν ἐπυνθανόμεθα. κἀκεῖνοι μὲν ἴσως ἐπʼ ἀλλοτρίας γῆς οὐδὲν ἀντίπαλον εὑράμενοι τοῖς πολεμίοις οὕτως ἀπέθανον, τοῖς δʼ ἐπὶ τῆς οἰκείας τὸν πρὸς Ῥωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε;
370 καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν.
371 ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη· πάντα γὰρ ἥλω, καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν, ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην, οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme