Book 7
447
Ὅπως δὲ μηδὲ ἀλλαχοῦ τινες τῶν Ἰουδαίων ἐλέγξωσιν αὐτοῦ τὴν ἀδικίαν, πορρωτέρω τὸ ψεῦδος ἐξέτεινε καὶ πείθει τὸν Ἰωνάθην καί τινας τῶν ἅμʼ ἐκείνῳ συνειλημμένων νεωτερισμοῦ κατηγορίαν ἐπιφέρειν τοῖς ἐν Ἀλεξανδρείᾳ τε καὶ Ῥώμῃ τῶν Ἰουδαίων δοκιμωτάτοις.
448
τούτων εἷς τῶν ἐξ ἐπιβουλῆς αἰτιαθέντων ἦν Ἰώσηπος ὁ ταῦτα συγγραψάμενος.
449
οὐ μὴν κατʼ ἐλπίδα τῷ Κατύλλῳ τὸ σκευώρημα προεχώρησεν· ἧκε μὲν γὰρ εἰς τὴν Ῥώμην τοὺς περὶ τὸν Ἰωνάθην ἄγων δεδεμένους καὶ πέρας ᾤετο τῆς ἐξετάσεως εἶναι τὴν ἐπʼ αὐτοῦ καὶ διʼ αὐτοῦ γενομένην ψευδολογίαν.
450
Οὐεσπασιανὸς δὲ τὸ πρᾶγμα ὑποπτεύσας ἀναζητεῖ τὴν ἀλήθειαν καὶ γνοὺς ἄδικον τὴν αἰτίαν τοῖς ἀνδράσιν ἐπενηνεγμένην τοὺς μὲν ἀφίησι τῶν ἐγκλημάτων Τίτου σπουδάσαντος, δίκην δʼ ἐπέθηκεν Ἰωνάθῃ τὴν προσήκουσαν· ζῶν γὰρ κατεκαύθη πρότερον αἰκισθείς.
451
Κατύλλῳ δὲ τότε μὲν ὑπῆρξε διὰ τὴν πρᾳότητα τῶν αὐτοκρατόρων μηδὲν πλεῖον ὑπομεῖναι καταγνώσεως, οὐκ εἰς μακρὰν δὲ νόσῳ καταληφθεὶς πολυτρόπῳ καὶ δυσιάτῳ χαλεπῶς ἀπήλλαττεν, οὐ τὸ σῶμα μόνον κολαζόμενος, ἀλλʼ ἦν ἡ τῆς ψυχῆς αὐτῷ νόσος βαρυτέρα.
452
δείμασι γὰρ ἐξεταράττετο καὶ συνεχῶς ἐβόα βλέπειν εἴδωλα τῶν ὑπʼ αὐτοῦ πεφονευμένων ἐφεστηκότα· καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος ἐξήλλετο τῆς εὐνῆς ὡς βασάνων αὐτῷ καὶ πυρὸς προσφερομένων.
453
τοῦ δὲ κακοῦ πολλὴν ἀεὶ τὴν ἐπίδοσιν λαμβάνοντος καὶ τῶν ἐντέρων αὐτῷ κατὰ διάβρωσιν ἐκπεσόντων, οὕτως ἀπέθανεν, οὐδενὸς ἧττον ἑτέρου τῆς προνοίας τοῦ θεοῦ τεκμήριον γενόμενος, ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν.
454
Ἐνταῦθα τῆς ἱστορίας ἡμῖν τὸ πέρας ἐστίν, ἣν ἐπηγγειλάμεθα μετὰ πάσης ἀκριβείας παραδώσειν τοῖς βουλομένοις μαθεῖν, τίνα τρόπον οὗτος ὁ πόλεμος Ῥωμαίοις πρὸς Ἰουδαίους ἐπολεμήθη.
455
καὶ πῶς μὲν ἡρμήνευται, τοῖς ἀναγνωσομένοις κρίνειν ἀπολελείφθω, περὶ τῆς ἀληθείας δὲ οὐκ ἂν ὀκνήσαιμι θαρρῶν λέγειν, ὅτι μόνης ταύτης παρὰ πᾶσαν τὴν ἀναγραφὴν ἐστοχασάμην.