Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 7

47 τότε δή τις Ἀντίοχος εἷς ἐξ αὐτῶν τὰ μάλιστα διὰ τὸν πατέρα τιμώμενος, ἦν γὰρ ἄρχων τῶν ἐπʼ Ἀντιοχείας Ἰουδαίων, τοῦ δήμου τῶν Ἀντιοχέων ἐκκλησιάζοντος εἰς τὸ θέατρον παρελθὼν τόν τε πατέρα τὸν αὐτοῦ καὶ τοὺς ἄλλους ἐνεδείκνυτο κατηγορῶν, ὅτι νυκτὶ μιᾷ καταπρῆσαι τὴν πόλιν ἅπασαν διεγνώκεισαν, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς κεκοινωνηκότας τῶν βεβουλευμένων.
48 ταῦτα ἀκούων ὁ δῆμος τὴν ὀργὴν οὐ κατεῖχεν, ἀλλʼ ἐπὶ μὲν τοὺς παραδοθέντας πῦρ εὐθὺς ἐκέλευον κομίζειν, καὶ παραχρῆμα πάντες ἐπὶ τοῦ θεάτρου κατεφλέγησαν,
49 ἐπὶ δὲ τὸ πλῆθος ὥρμητο τῶν Ἰουδαίων ἐν τῷ τάχιον ἐκείνους τιμωρίᾳ περιβαλεῖν τὴν αὐτῶν πατρίδα σώζειν νομίζοντες.
50 Ἀντίοχος δὲ προσεπέτεινε τὴν ὀργήν, περὶ μὲν τῆς αὐτοῦ μεταβολῆς καὶ τοῦ μεμισηκέναι τὰ τῶν Ἰουδαίων ἔθη τεκμήριον ἐμπαρέχειν οἰόμενος τὸ ἐπιθύειν ὥσπερ νόμος ἐστὶ τοῖς Ἕλλησιν·
51 ἐκέλευε δὲ καὶ τοὺς ἄλλους τὸ αὐτὸ ποιεῖν ἀναγκάζειν· φανεροὺς γὰρ γενήσεσθαι τῷ μὴ θέλειν τοὺς ἐπιβεβουλευκότας. χρωμένων δὲ τῇ πείρᾳ τῶν Ἀντιοχέων ὀλίγοι μὲν ὑπέμειναν, οἱ δὲ μὴ βουληθέντες ἀνῃρέθησαν.
52 Ἀντίοχος δὲ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβὼν χαλεπὸς ἐφειστήκει τοῖς αὐτοῦ πολίταις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων, ἀλλὰ βιαζόμενος πάντα πράττειν ὅσα δὴ καὶ ταῖς ἄλλαις ἡμέραις.
53 οὕτως τε τὴν ἀνάγκην ἰσχυρὰν ἐποίησεν, ὡς μὴ μόνον ἐπʼ Ἀντιοχείας καταλυθῆναι τὴν ἑβδομάδα ἀργὴν ἡμέραν, ἀλλʼ ἐκεῖθεν ἀρξαμένου τοῦ πράγματος κἀν ταῖς ἄλλαις πόλεσιν ὁμοίως βραχύν τινα χρόνον.
54 Τοιούτων δὴ τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις τῶν κατʼ ἐκεῖνον τὸν καιρὸν κακῶν γεγενημένων δευτέρα πάλιν συμφορὰ προσέπεσε, περὶ ἧς ἐπιχειρήσαντες ἀφηγεῖσθαι καὶ ταῦτα διεξήλθομεν.
55 ἐπεὶ γὰρ συνέβη καταπρησθῆναι τὴν τετράγωνον ἀγορὰν ἀρχεῖά τε καὶ γραμματοφυλάκιον καὶ τὰς βασιλικάς, μόλις τε τὸ πῦρ ἐκωλύθη μετὰ πολλῆς βίας ἐπὶ πᾶσαν τὴν πόλιν περιφερόμενον, ταύτην Ἀντίοχος τὴν πρᾶξιν Ἰουδαίων κατηγόρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme