Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 1

7.7 οἱ δʼ εἰσελθόντες χρόνον μέν τινα διετήρουν τὴν πόλιν καὶ τὴν ἑαυτῶν πίστιν, ὄντες τετρακισχίλιοι τὸν ἀριθμόν, ὧν ἡγεῖτο Δέκιος Καμπανός·
7.8 τέλος δὲ ζηλώσαντες τοὺς Μαμερτίνους, ἅμα δὲ καὶ συνεργοὺς λαβόντες αὐτοὺς παρεσπόνδησαν τοὺς Ῥηγίνους, ἐκπαθεῖς ὄντες ἐπί τε τῇ τῆς πόλεως εὐκαιρίᾳ καὶ τῇ τῶν Ῥηγίνων περὶ τοὺς ἰδίους βίους εὐδαιμονίᾳ· καὶ τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποσφάξαντες τῶν πολιτῶν τὸν αὐτὸν τρόπον τοῖς Καμπανοῖς κατέσχον τὴν πόλιν.
7.9 οἱ δὲ Ῥωμαῖοι βαρέως μὲν ἔφερον τὸ γεγονός· οὐ μὴν εἶχόν γε ποιεῖν οὐδὲν διὰ τὸ συνέχεσθαι τοῖς προειρημένοις πολέμοις.
7.10 ἐπεὶ δʼ ἀπὸ τούτων ἐγένοντο, συγκλείσαντες αὐτοὺς ἐπολιόρκουν τὸ Ῥήγιον, καθάπερ ἐπάνω προεῖπον.
7.11 κρατήσαντες δὲ τοὺς μὲν πλείστους ἐν αὐτῇ τῇ καταλήψει διέφθειραν, ἐκθύμως ἀμυνομένους διὰ τὸ προορᾶσθαι τὸ μέλλον, ζωγρίᾳ δʼ ἐκυρίευσαν πλειόνων ἢ τριακοσίων.
7.12 ὧν ἀναπεμφθέντων εἰς τὴν Ῥώμην, οἱ στρατηγοὶ προαγαγόντες εἰς τὴν ἀγορὰν καὶ μαστιγώσαντες ἅπαντας κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπελέκισαν, βουλόμενοι διὰ τῆς εἰς ἐκείνους τιμωρίας, καθʼ ὅσον οἷοί τʼ ἦσαν, διορθοῦσθαι παρὰ τοῖς συμμάχοις τὴν αὑτῶν πίστιν.
7.13 τὴν δὲ χώραν καὶ τὴν πόλιν παραχρῆμα τοῖς Ῥηγίνοις ἀπέδοσαν.
8.1 οἱ δὲ Μαμερτῖνοι — τοῦτο γὰρ τοὔνομα κυριεύσαντες οἱ Καμπανοὶ τῆς Μεσσήνης προσηγόρευσαν σφᾶς αὐτούς — ἕως μὲν συνεχρῶντο τῇ τῶν Ῥωμαίων συμμαχίᾳ τῶν τὸ Ῥήγιον κατασχόντων, οὐ μόνον τῆς ἑαυτῶν πόλεως καὶ χώρας ἀσφαλῶς κατεκράτουν, ἀλλὰ καὶ περὶ τῆς συνορούσης οὐχ ὡς ἔτυχε παρηνώχλουν τοῖς τε Καρχηδονίοις καὶ τοῖς Συρακοσίοις καὶ πολλὰ μέρη τῆς Σικελίας ἐφορολόγουν.
8.2 ἐπεὶ δʼ ἐστερήθησαν τῆς προειρημένης ἐπικουρίας, συγκλεισθέντων τῶν τὸ Ῥήγιον κατεχόντων εἰς τὴν πολιορκίαν, παρὰ πόδας ὑπὸ τῶν Συρακοσίων αὐτοὶ πάλιν συνεδιώχθησαν εἰς τὴν πόλιν διά τινας τοιαύτας αἰτίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme