Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 12

22.2 φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην· ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι κατὰ τὸν Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι.
22.3 πῶς δʼ ἐπέγνωσαν ἀλλήλους οὗτοι ποῦ τῆς ἰδίας δυνάμεως ἔχουσι τὴν τάξιν, ἢ ποῦ μετέβη πάλιν ὁ Δαρεῖος, ἁπλῶς οὐδὲν λέγεται.
22.4 πῶς δὲ προσανέβη πρὸς τὴν ὀφρὺν τοῦ ποταμοῦ φαλαγγιτῶν τάξις, ἀπότομον οὖσαν καὶ βατώδη; καὶ γὰρ τοῦτο παρὰ λόγον.
22.5 Ἀλεξάνδρῳ μὲν οὖν οὐκ ἐποιστέον τὴν τοιαύτην ἀτοπίαν διὰ τὸ πᾶσιν ὁμολογουμένην παραλαμβάνεσθαι περὶ αὐτοῦ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν καὶ τριβὴν ἐκ παιδός,
22.6 τῷ δὲ συγγραφεῖ μᾶλλον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν.
22.7 περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθʼ ἡμῖν εἰρήσθω.
23.1 ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος,
23.2 τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέμενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχάνουσι.
23.3 πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει.
23.4 ἐκεῖνος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖ Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν,
23.5 καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατʼ ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν,
23.6 οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλʼ οὐδʼ ἐπιβαλόμενον, μίαν δʼ ἐν τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὲ τὴν ἐκ τῆς πατρίδος εἰς Συρακούσας.
23.7 ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος ὡς, ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγκριτος φανῇ τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme