Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 12

25h.6 ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς διʼ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας. πάντων μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτάτων ἀναγκαῖον.
25i.1 ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύνατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρʼ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρχον.
25i.2 ἐξ ὧν πᾶς ἂν εἰκότως συγκατάθοιτο τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρίτην ἔχειν τάξιν τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην.
25i.3 ὡς δʼ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον καὶ ἐκφανέστατον γένοιτʼ ἂν ἐπί τε τῶν συμβουλευτικῶν καὶ παρακλητικῶν, ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρηται Τίμαιος.
25i.4 ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπιδέχονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς [καί] τινας τῶν ὑπόντων, καὶ τούτων τινὰς μὲν οἱ νῦν, ἄλλους δʼ οἱ προγεγονότες, καὶ τινὰς μὲν Αἰτωλοὶ προσίενται, τινὰς δὲ Πελοποννήσιοι, τινὰς δʼ Ἀθηναῖοι.
25i.5 καὶ τὸ μὲν ματαίως καὶ ἀκαίρως [καὶ] πρὸς πάντα πάντας διεξιέναι τοὺς ἐνόντας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς πᾶσαν ὑπόθεσιν εὑρεσιλογῶν, τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ διατριβικόν — ἅμα καὶ πολλοῖς ἀποτυχίας αἴτιον ἤδη τοῦτο γέγονε καὶ καταφρονήσεως — τὸ δὲ τοὺς ἁρμόζοντας καὶ καιρίους ἀεὶ λαμβάνειν, τοῦτʼ ἀναγκαῖον.
25i.6 ἀστάτου δὲ τῆς χρείας οὔσης καὶ πόσοις καὶ ποίοις τῶν ἐνόντων χρηστέον, ἀλλοιοτέρου τινὸς δεῖ ζήλου καὶ παραγγέλματος, εἰ μέλλομεν μὴ βλάπτειν, ἀλλʼ ὠφελεῖν τοὺς ἀναγινώσκοντας.
25i.7 ἔστι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι δυσπαράγγελτος, οὐ μὴν ἀδύνατος εἰς ὑπόνοιαν ἀχθῆναι διὰ τῶν ἐκ τῆς αὐτοπαθείας καὶ τριβῆς θεωρημάτων· ἐπὶ δὲ τοῦ παρόντος μάλιστʼ ἂν ὑπονοηθείη τὸ λεγόμενον ἐκ τούτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme