Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 18

31.3 εἰ μὲν οὖν τις ἦν ἀνάγκη τοῖς ἀντιπάλοις εἰς τοὺς τῆς φάλαγγος καιροὺς καὶ τόπους συγκαταβαίνειν, ὅτε μέλλοιεν κρίνεσθαι περὶ τῶν ὅλων, εἰκὸς ἦν κατὰ τὸν ἄρτι λόγον ἀεὶ φέρεσθαι τὸ πρωτεῖον τοὺς ταῖς φάλαγξι χρωμένους·
31.4 εἰ δὲ δυνατὸν ἐκκλίνειν καὶ τοῦτο ποιεῖν ῥᾳδίως, πῶς ἂν ἔτι φοβερὸν εἴη τὸ προειρημένον σύνταγμα;
31.5 καὶ μὴν ὅτι χρείαν ἔχει τόπων ἐπιπέδων καὶ ψιλῶν ἡ φάλαγξ, πρὸς δὲ τούτοις μηδὲν ἐμπόδιον ἐχόντων, λέγω δʼ οἷον τάφρους, ἐκρήγματα, συναγκείας, ὀφρῦς, ῥεῖθρα ποταμῶν, ὁμολογούμενόν ἐστι.
31.6 πάντα γὰρ τὰ προειρημένα παραποδίζειν καὶ λύειν τὴν τοιαύτην τάξιν ἱκανὰ γίνεται.
31.7 διότι δʼ εὑρεῖν τόπους ποτὲ μὲν ἐπὶ σταδίους εἴκοσι, ποτὲ δὲ καὶ πλείους, ἐν οἷς μηδέν τι τοιοῦτον ὑπάρχει, σχεδόν, ὡς εἰπεῖν, ἀδύνατόν ἐστιν, εἰ δὲ μή γε, τελέως σπάνιον, καὶ τοῦτο πᾶς ἄν τις ὁμολογήσειεν.
31.8 οὐ μὴν ἀλλʼ ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ [μὲν] πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως;
31.9 μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτʼ ἂν τοὺς φίλους, ἀλλʼ οὐδʼ ἑαυτὴν σῴζειν.
31.10 αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων·
31.11 ἐὰν δʼ ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις.
31.12 οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατʼ αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν
32.1 ποιοῦσι Ῥωμαῖοι νῦν. οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν, ἀλλʼ ἐκ τῶν ἤδη γεγονότων.
32.2 οὐ γὰρ ἐξισώσαντες τὴν παράταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφεδρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς πολεμίοις.
32.3 λοιπόν, ἄν τʼ ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθʼ αὑτοὺς προσβάλλοντες ἄν τʼ ἐκπιεσθῶσιν ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme