Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 2

49.4 τήν τε Κλεομένους φιλοδοξίαν καὶ τὴν ὅλην ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν αὐτῆς ἐφίεσθαι τῆς Πελοποννησίων ἀρχῆς, τυχόντα δὲ ταύτης τὸν προειρημένον κατὰ πόδας ἀνθέξεσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
49.5 ἧς οὐχ οἷόν τε καθικέσθαι μὴ οὐ πρόσθεν καταλύσαντα τὴν Μακεδόνων ἀρχήν.
49.6 σκοπεῖν οὖν αὐτὸν ἠξίουν, προορώμενον τὸ μέλλον, πότερον συμφέρει τοῖς σφετέροις πράγμασι μετʼ Ἀχαιῶν καὶ Βοιωτῶν ἐν Πελοποννήσῳ πρὸς Κλεομένη πολεμεῖν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἢ προέμενον τὸ μέγιστον ἔθνος διακινδυνεύειν ἐν Θετταλίᾳ πρὸς Αἰτωλοὺς καὶ Βοιωτούς, ἔτι δʼ Ἀχαιοὺς καὶ Λακεδαιμονίους, ὑπὲρ τῆς Μακεδόνων ἀρχῆς.
49.7 ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη· κἂν μὲν ἡ τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· ἂν δʼ ἀντιπίπτῃ τὰ τῆς τύχης,
49.8 Αἰτωλοὶ δὲ συνεπιτίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγμασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυναμένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ·
49.9 περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν· τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις ὑπισχνοῦντο πίστεις.
49.10 ὁμοίως δʼ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν.
50.1 ὁ μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς. ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις,
50.2 ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις ᾖ.
50.3 τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων,
50.4 μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme