Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 20

5.10 τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. ὁ δʼ Ἀντίγονος,
5.11 ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν.
5.12 διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην.
5.13 οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.
5.14 τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως
6.1 καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντʼ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρʼ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων,
6.2 ἀλλʼ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων.
6.3 ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, διʼ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν. πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην
6.4 Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως.
6.5 τούτοις δʼ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρʼ αὐτοῖς πρότερον, ἀλλʼ εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme