Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 27

16.2 πυθόμενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατόπεδον καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ Περσεῖ, μεγίστην μὲν ἂν πίστιν προσενέγκασθαι, μέγιστα δʼ ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν.
16.3 ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγκάζετο διαμάχεσθαι πρὸς τούτους.
16.4 συνέβη δὲ τὸν Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθʼ αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον· ὃν εἰ μὴ τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ διαφυγεῖν.
16.5 νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα τῆς νυκτός.
16.6 καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν.
17.1 ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασιλέων ἐγένετο παρανομώτατος. —
18.1 ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ καὶ σαφῶς εἰδὼς τὸν ἀδελφὸν Εὐμένη λυπούμενον ὡς ἔνι μάλιστα καὶ βαρυνόμενον ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ τιμὰς ἠθετῆσθαι παρὰ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ δόγματος, ἐπικρυπτόμενον δὲ πρὸς πάντας τὴν περὶ αὐτὸν ὑπάρχουσαν διάθεσιν,
18.2 ἐπεβάλετο διαπέμπεσθαι πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ διʼ αὑτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ καὶ τὰς ἐγγράπτους τιμάς.
18.3 τοῦτο δʼ ἐποίει πεπεισμένος μεγίστην μὲν ἂν ἐκείνῳ ταύτην τὴν χάριν προσενέγκασθαι, μάλιστα δʼ ἂν τὸ φιλάδελφον καὶ γενναῖον τῆς αὑτοῦ προαιρέσεως ἐναποδείξασθαι τοῖς Ἕλλησι διὰ ταύτης τῆς πράξεως. —
19.1 ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευτὰς τοὺς περὶ Μελέαγρον,
19.2 ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει πρότερος —

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme