Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 27

7.10 καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλʼ ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς.
7.11 ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθʼ ὅσον οἷοί τʼ ἦσαν.
7.12 συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.
7.13 ἐφʼ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπʼ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων.
7.14 καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπʼ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφʼ ἧς ἄρχων ἐπέπλει
7.15 Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος.
7.16 ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —
8.1 ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων,
8.2 ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν.
8.3 ἐάν τε γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme