Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 28

4.13 γενομένων δὲ τούτων βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόανθʼ, οὗτος μὲν εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ συναπῆρεν εἰς Ἀκαρνανίαν, ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων· τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν.
5.1 κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας εἰς Θύρρειον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν·
5.2 εἶναι γὰρ παρʼ αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας.
5.3 Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων·
5.4 οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατʼ οὐδένα τρόπον.
5.5 τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις.
5.6 ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσης πρὸς τὸν ἀνθύπατον. —
6.1 ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆς πρεσβείας ἐπιστάσεως χρείαν ἔχειν τὸ γινόμενον.
6.2 παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας· οὗτοι δʼ ἦσαν Ἀρκεσίλαος, Ἀρίστων Μεγαλοπολῖται, Στρατίος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδας Σικυώνιος· ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων.
6.3 ὁ μὲν οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μήτε Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδʼ ἀντιπράττειν μηδετέροις.
6.4 τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησιν, προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ τοὺς κρατήσαντας,
6.5 τὸ δʼ ἀντιπράττειν Ῥωμαίοις ἐπισφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων κατὰ τοὺς ἀνώτερον καιρούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme