Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 29

3.6 τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν.
3.7 σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας.
3.8 τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους.
3.9 ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν Ῥόδον.
4.1 οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν· ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλʼ ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους· μάλιστα δʼ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην·
4.2 τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι διʼ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πεμπομένων.
4.3 ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς.
4.4 ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,
4.5 καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme