Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 30

27.2 οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας·
27.3 ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος,
27.4 ἀλλὰ τοὐναντίον ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους.
28.1 ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευομένοις ἐκτὸς τῶν ἰδίων ὅρων.
29.1 ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος ἦν, ἀλλʼ ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν Καλλικράτην. —
29.2 ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς τοὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις τεκμήραιτο.
29.3 τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατʼ ἰδίαν ἐμβαίνειν,
29.4 εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι.
29.5 τοῦτο δʼ ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ.
29.6 τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρημένων, οὐδʼ ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς.
29.7 ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme