Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 34

14.4 τρίτον δʼ ἦν γένος τὸ τῶν Ἀλεξανδρέων, οὐδʼ αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖττον δʼ ἐκείνων ὅμως·
14.5 καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως ἀνέκαθεν ἦσαν καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων ἔθους. ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους,
14.6 μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος —
14.7 καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε —
14.8 , τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ
14.8 Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme