Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 38

18.6 παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον.
18.7 τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδʼ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες.
18.8 ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής.
18.9 τοῦτο δʼ ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας· ὅπερ ἐποίησε.
18.10 διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδʼ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους.
18.11 τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον.
18.12 ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς "εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν."
19.1 ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, εὗρε τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι, κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας, εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις. —
20.1 ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας "ὁρᾶτʼ" ἔφη "τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme