Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 8

1.1 οὐκ ἀλλότριον εἶναί μοι δοκεῖ τῆς ὅλης ἡμῶν ἐπιβολῆς καὶ τῆς ἐν ἀρχαῖς προθέσεως συνεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὸ μεγαλεῖον τῶν πράξεων καὶ τὸ φιλότιμον τῆς ἑκατέρου τοῦ πολιτεύματος προαιρέσεως, λέγω δὲ τοῦ Ῥωμαίων καὶ Καρχηδονίων.
1.2 τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο πῶς τηλικοῦτον μὲν πόλεμον συνεσταμένοι περὶ τῶν κατὰ τὴν Ἰταλίαν πραγμάτων, οὐκ ἐλάττω δὲ τούτου περὶ τῶν κατὰ τὴν Ἰβηρίαν, ἀκμὴν δὲ περὶ τούτων ἀδήλους μὲν ἔχοντες ἐπʼ ἴσον ἀμφότεροι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας, ἐφαμίλλους δὲ τοὺς κατὰ τὸ παρὸν ἐνεστῶτας κινδύνους,
1.3 ὅμως οὐκ ἠρκοῦντο ταῖς προκειμέναις ἐπιβολαῖς, ἀλλὰ καὶ περὶ Σαρδόνος καὶ Σικελίας ἠμφισβήτουν· καὶ πάντα περιελάμβανον, οὐ μόνον ταῖς ἐλπίσιν, ἀλλὰ καὶ ταῖς χορηγίαις καὶ ταῖς παρασκευαῖς;
1.4 ὃ καὶ μάλιστʼ ἄν τις εἰς τὸ κατὰ μέρος ἐμβλέψας θαυμάσειε. δύο μὲν γὰρ Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν μετὰ τῶν ὑπάτων ἐντελῆ προεκάθητο στρατόπεδα, δύο δὲ κατὰ τὴν Ἰβηρίαν, ὧν τὸ μὲν πεζὸν Γνάϊος εἶχε, τὸ δὲ ναυτικὸν Πόπλιος.
1.5 οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις.
1.6 καὶ μὴν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐφώρμει καὶ ταῖς ἐπιβολαῖς τοῦ Φιλίππου στόλος, ἐφʼ οὗ τὸ μὲν πρῶτον Μάρκος Οὐαλέριος, μετὰ δὲ ταῦτα Πόπλιος ἐπέπλει Σουλπίκιος.
1.7 ἅμα δὲ τούτοις Ἄππιος μὲν ἑκατὸν πεντηρικοῖς σκάφεσι, Μάρκος δὲ Κλαύδιος πεζικὰς ἔχων δυνάμεις, ἐφήδρευε τοῖς κατὰ τὴν Σικελίαν.
1.8 τὸ δʼ αὐτὸ τοῦτʼ Ἀμίλκας ἐποίει παρὰ Καρχηδονίοις.
2.1 διʼ ὧν ὑπολαμβάνω τὸ πολλάκις ἐν ἀρχαῖς ἡμῖν τῆς πραγματείας εἰρημένον νῦν διʼ αὐτῶν τῶν ἔργων ἀληθινὴν λαμβάνειν πίστιν.
2.2 τοῦτο δʼ ἦν ὡς οὐχ οἷόν τε διὰ τῶν τὰς κατὰ μέρος ἱστορίας γραφόντων συνθεάσασθαι τὴν τῶν ὅλων οἰκονομίαν.
2.3 πῶς γὰρ ἐνδέχεται ψιλῶς αὐτὰς καθʼ αὑτὰς ἀναγνόντα τὰς Σικελικὰς ἢ τὰς Ἰβηρικὰς πράξεις, γνῶναι καὶ μαθεῖν ἢ τὸ μέγεθος τῶν γεγονότων ἢ τὸ συνέχον, τίνι τρόπῳ καὶ τίνι γένει πολιτείας τὸ παραδοξότατον καθʼ ἡμᾶς ἔργον ἡ τύχη συνετέλεσε;
2.4 τοῦτο δʼ ἔστι τὸ πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ δυναστείαν ἀγαγεῖν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
1 / 36 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme