Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 9

23.4 καίτοι γʼ οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν· ἀλλʼ ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβολαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολλάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ τούτων, τὸ δʼ ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον.
23.5 τὸ δʼ αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμβαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασιλεῦσιν, ἀλλὰ καὶ πόλεσιν.
23.6 Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία·
23.7 Λακεδαιμονίων δʼ ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ διʼ Ἀγησιλάου, τοὐναντίον·
23.8 ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν προεστώτων διαφοραῖς συμμεταπίπτειν.
23.9 Φίλιππος δʼ ὁ βασιλεύς, ὅτε μὲν Ταυρίων ἢ Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος ἢ Χρυσόγονος, ἡμερώτατος.
24.1 παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατʼ Ἀννίβαν γεγονέναι·
24.2 καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατʼ Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν.
24.3 τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν ἐξὸν λαβεῖν.
24.4 καθʼ ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων,
24.5 τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. διʼ ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme