Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 9

32.4 ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις.
32.5 διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.
32.6 Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων.
32.7 ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπʼ Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν·
32.8 εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατʼ Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφʼ ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν.
32.9 ἐγὼ δʼ, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους·
32.10 εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δʼ ἀγνοεῖν.
32.11 παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων·
32.12 εἰ δὲ
33.1 μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν. ἐπεὶ δʼ ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακεδόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντʼ ἀφελέσθαι τὴν ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις.
33.2 ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύντου διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι Θετταλίας.
33.3 ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θετταλούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω σεσῶσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme