Thesauros Literature hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme