Thesauros Literature hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme