Thesauros Literature hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme