Thesauros Literature hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme