Thesauros Literature hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous

Εἲς Ἀφροδίτην

urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
1 / 10 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme