Thesauros Literature hymns Hymn 15 To Heracles the Lion-Hearted

Hymn 15 To Heracles the Lion-Hearted

Hymn 15 To Heracles the Lion-Hearted Anonymous

Εἲς Ἡρακλέα Λεοντόθυμον

urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
urn:cts:greekLit:tlg0013.tlg015.perseus-grc2 χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme