Thesauros Literature hymns Hymn 18 To Hermes

Hymn 18 To Hermes

Hymn 18 To Hermes Anonymous

Εἲς Ἑρμῆν

urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
urn:cts:greekLit:tlg0013.tlg018.perseus-grc2 [χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme