Thesauros Literature hymns Hymn 20 To Hephaestus

Hymn 20 To Hephaestus

Hymn 20 To Hephaestus Anonymous

Εἲς Ἥφαιστον

urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
urn:cts:greekLit:tlg0013.tlg020.perseus-grc2 ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme