Thesauros Literature hymns Hymn 26 To Dionysus

Hymn 26 To Dionysus

Hymn 26 To Dionysus Anonymous

Εἲς Διόνυσον

urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
urn:cts:greekLit:tlg0013.tlg026.perseus-grc2 ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme