Thesauros Literature hymns Hymn 29 To Hestia

Hymn 29 To Hestia

Hymn 29 To Hestia Anonymous

Εἲς Ἑστίαν

urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·
urn:cts:greekLit:tlg0013.tlg029.perseus-grc2 αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme