Thesauros Literature hymns Hymn 30 To Earth

Hymn 30 To Earth

Hymn 30 To Earth Anonymous

Εἲς Γῆν Μητέρα Πάντων

urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·
urn:cts:greekLit:tlg0013.tlg030.perseus-grc2 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme