Thesauros Literature hymns Hymn 31 To Helios

Hymn 31 To Helios

Hymn 31 To Helios Anonymous

Εἲς Ἥλιον

urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν,
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 [αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις]
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
urn:cts:greekLit:tlg0013.tlg031.perseus-grc2 ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme