Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
58 ἥσυχον, αἰθυίηι δʼ ἶσα θαλασσοπορεῖ.
59 εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
59 † λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
59 οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
59 τὸν φίλον, † ἀλλαιχʼ ἓν δρᾶμʼ ἐδίδαξε μόνον·
59 ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
59 κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.
60 οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος,
60 ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.
61 Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ
61 ἦσθα· τί δέ, ξείνων λῶιστε, κατειργάσατο;
61 ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνος
61 ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.
62 Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
62 κεῖται ἐν Ὀρτυγίηι τόξα παρʼ Ἀρτέμιδι,
62 οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται,
62 αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
63 οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
63 κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις.
63 οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν
63 κοιμίζεις, ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
63 γείτονες οἰκτείρουσι, σὺ δʼ οὐδʼ ὄναρ. ἡ πολιὴ δέ
63 αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme