Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
19 Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος
19 ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην.
20 Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
20 δυομένου Βασιλὼ κάτθανε παρθενική
20 αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
20 οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόν
20 πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
20 πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
21 Όστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
21 ἴσθι Κυρηναίου παῖδά τε καὶ γενετήν.
21 εἰδείης δʼ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλων
21 ἦρξεν, ὃ δʼ ἤεισεν κρέσσονα βασκανίης·
21 οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
21 μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
22 Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
22 ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
22 οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
22 ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
23 εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης
23 ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
23 ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
23 ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
24 Ήρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
24 ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι
24 λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπειωι
24 θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο.
25 ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
25 ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
25 ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
25 ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme