Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
25 νῦν δʼ ὃ μὲν ἀρσενικῶι θέρεται πυρί· τῆς δὲ ταλαίνης
25 νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
26 εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν
26 ῥέζων οὔτʼ ἀδικέων οὐδένα. γαῖα φίλη,
26 Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη
26 γίνεο μήθʼ ἵλεω δαίμονες οἵ μʼ ἔχετε.
27 Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδόν
27 ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
27 τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί
27 ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
28 ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωι
28 χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,
28 μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
28 πίνω· σικχαίνω πάντα τὰ δημόσια.
28 Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν
28 τοῦτο σαφῶς, Ἠχώ φησί τις ἄλλος ἔχει.
29 ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῶιος
29 κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
29 καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
29 φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
30 Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
30 ἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας;
30 ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
30 οὑμὸς ἔχει, χαλεπῆι δʼ ἤντεο θευμορίηι;
30 ἔγνων̀· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
30 τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.
31 Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν
31 διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος
31 στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι
31 τῆ, τόδε βέβληται θηρίον οὐκ ἔλαβεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme