Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
40 ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
40 ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο
40 πολλῶν προστασίη νέων γυναικῶν.
40 καί μοι τέχνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων
40 εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.
41 ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
41 εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
41 ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
41 πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
41 † ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
41 κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.
42 εἰ μὲν ἑκὼν Ἀρχῖνʼ ἐπεκώμασα, μυρία μέμφου,
42 εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
42 Ακρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
42 εἷλκεν, ὃ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
42 ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
42 τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.
43 έλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν
43 πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο,
43 τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
43 τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί·
43 ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
43 εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
44 ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
44 ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι·
44 οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
44 τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
44 τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
44 οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.
45 Ληφθήσει, περίφευγε Μενέκρατες εἶπα Πανήμου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme