Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
45 εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
45 ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,
45 εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
46 ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν
46 τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
46 αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε·
46 ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
46 τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό͂νον ἐς τὰ πονηρά
46 τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
46 ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα
46 τοῦτʼ εἶπαι κείρευ τὰ πτερὰ παιδάριον,
46 οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπωιδαί
46 οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
47 τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
47 χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
47 θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
47 ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
48 Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου
48 ταῖς Μούσαις· αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν
48 ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῆιδε κεχηνώς
48 κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
48 παιδαρίων Διόνυσος ἐπήκοος· οἳ δὲ λέγουσιν
48 ἱερὸς δ̔ πλόκαμος τοὐμὸν ὄνειαρ ἐμοί.
49 τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως
49 ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
49 Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῆι
49 ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
50 τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
50 Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
50 καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme