Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
50 ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας.
51 τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
51 ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
51 εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
51 ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
52 τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
52 τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
52 ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ·
52 καὶ σύ ποτʼ ἠράσθης — οὐκέτι μακρὰ λέγω.
53 καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης
53 εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι,
53 ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός
53 ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
54 τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός
54 Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
54 γινώσκειν, ἤν δʼ ἆρα λάθηι καί † μιν ἀπαιτῆις,
54 φησὶ παρέξεσθαι μαετυρίην ὁ πίναξ.
55 τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις
55 πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι
55 εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δʼ ἐμὰ φέγγη
55 ἀθρήσας φάσεις Ἕσπερε πῶς ἔπεσες.
56 φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε
56 γινώσκω) νίκης ἀννί με τῆς ἰδίης
56 ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι·
56 πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.
57 Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς
57 Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι.
58 τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθ·άδε νεκρόν
58 εὗρέ σʼ ἐπʼ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι
58 δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme