1
ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω
1
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·
1
ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή
1
νύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ,
1
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
1
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
1
εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
1
ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.
1
οἳ δʼ ἄρʼ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες
1
ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.
1
κείνων ἔρχεο φησὶ μετʼ ἴχνια. χὠ μὲν ἐπέστη
1
πλησίον· οἳ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
1
ταῦτʼ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκου
1
δράξασθαι παίδων κληδόνι συνθέμενος.
1
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
1
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.
2
εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ
2
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
2
ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν που
2
ξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή·
2
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων
2
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
4
Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν;
4
τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι.
5
κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν με
5
Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
5
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
5
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
5
ποσσί νιν, ὥστʼ ἔργωι τοὔνομα συμφέρεται,