1
ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
1
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον Ὑρράδιον Schneider; Ὑρραδίου.
1
ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
1
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
1
ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
1
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
1
εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
1
ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
1
οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
1
ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
1
κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστη
1
πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
1
ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκου
1
δράξασθαι, παίδων κληδόνα κληδόνι Diog. συνθέμενος,
1
τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.
1
οὕτω καὶ σύ γʼ ἰὼν γ’ ἰὼν A.P.; Δίων Diog. τὴν κατὰ σαυτὸν ἔλα.
2
εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
2
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
2
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,
2
ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
2
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
2
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
3
[Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι
3
καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·]
3
Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε
3
οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
4
μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·
4
ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν. γελᾶν MSS.; πελᾶν Jacobs.
5
Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος
5
ἐχθρόν;