5
τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.
6
κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος πάλαι τέρας Schneider. ἀλλὰ σὺ νῦν με,
6
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
6
ναυτίλος ναυτίλον; corr. Kaibel. ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
6
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
6
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
6
ποσσί νί??ν ποσσὶν ἵνʼ; corr. Hermann., ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται,
6
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
6
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
6
μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,
6
τίκτηται νοτερῆς νοτερῇσʼ... ἁλκυονίς Kaibel. ὤεον ἁλκυόνης.
6
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
6
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.
7
τοῦ Σαμίου Τοῦ Σαμίου Strabo; Κρεωφύλου schol. Dion. Thrac. And Sext. Emp. πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδὸν ἀοιδὸν Sext. Emp.; Ομηρον Strabo.
7
δεξαμένου, κλείω κλείω Sext. Emp.; κλαίω Strabo. δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,
7
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
7
γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
8
στήλην μητρυιῆς, μικρὰν μιαρὰν Bentley, but cf. Suid. s.v. κυνήγιον· ... εἶδεν ἐκεῖσε στήλην μικρὰν τῷ μήκει καὶ πλατεῖαν καὶ παχεῖαν πάνυ ... παρευθὺ πεσεῖν τὴν στήλην ἐκ τοῦ ἐκεῖσε ὕψους καὶ κροῦσαι τὸν Ἱμέριον καὶ θανατῶσαι. λίθον, ἔστεφε κοῦρος,
8
ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·
8
ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα·
8
φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.
9
ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσὸν
9
τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄλει,
9
ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν
9
φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην.
10
μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
10
ῥῆσις· ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον,
10
ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἐπιδέξιος Kaibel. ἤν τις ἔρηται
10
πῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.
10
τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο